Ancient Greek · ~2 min
Chapter 19
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 19.2
Not analysed yet
ἀλλ’ οἱ πατέρες θεωρήσαντες ἐκείνων τὴν πανουργίαν καὶ τὴν τῆς ἀσεβείας κακοτεχνίαν ἠναγκάσθησαν λοιπὸν λευκότερον εἰπεῖν τὸ ἐκ τοῦ θεοῦ καὶ γράψαι ἐκ τῆς οὐσίας τοῦ θεοῦ εἶναι τὸν υἱὸν ὑπὲρ τοῦ μὴ τὸ ἐκ τοῦ θεοῦ κοινὸν καὶ ἴσον τοῦ τε υἱοῦ καὶ τῶν γενητῶν νομίζεσθαι, ἀλλὰ τὰ μὲν ἄλλα πάντα κτίσμα, τὸν δὲ λόγον μόνον ἐκ τοῦ πατρὸς πιστεύεσθαι.