Ancient Greek · ~2 min
2.5 to 2.6
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 2.5-6
Not analysed yet
οὐκοῦν καὶ οὗτοι ἢ δεικνύτωσαν τὸ φρόνημα ἑαυτῶν εὐσεβές –κατηγορηθέντες γὰρ ἠλέγχθησαν, οὐ μεμψάμενοι πρότερον· καὶ δίκαιόν ἐστι τοὺς αἰτιαθέντας μηδὲν ἕτερον ποιεῖν ἢ ἀπολογεῖσθαι –ἢ εἰ τὸ συνειδὸς ἔχουσι ῥυπαρὸν καὶ συνορῶσιν ἑαυτοὺς ἀσεβοῦντας, μὴ αἰτιάσθωσαν ἃ ἀγνοοῦσιν, ἵνα μὴ καὶ διπλοῦν ἀσεβείας ἔγκλημα καὶ ἀπαιδευσίας ἀπενέγκωνται μέμψιν. ἐξεταζέτωσαν δὲ μᾶλλον φιλομαθῶς, ἵν’ ἐπιγνόντες ἃ πρότερον ἠγνόουν, ἀπονίψωνται τὰς ἑαυτῶν ἀσεβεῖς ἀκοὰς τῷ τῆς ἀληθείας νάματι καὶ τοῖς τῆς εὐσεβείας δόγμασιν. οὕτω γὰρ καὶ ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ γέγονε τοῖς περὶ Εὐσέβιον.