Ancient Greek
Chapter 2
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 2.4
Not analysed yet
σκόπει δὲ καὶ σύ, ἀγαπητέ, εἰ μὴ οὕτως ἔχει. εἰ θαρροῦσιν οἷς ἐφεῦρον αὐτοὶ κακοῖς ἐπισπείραντος αὐτοῖς τοῦ διαβόλου τὴν κακοφροσύνην, ἀπολογείσθωσαν περὶ ὧν ἐγκληθέντες ἀπεδείχθησαν αἱρετικοί, καὶ τότε λοιπὸν αἰτιάσθωσαν, εἰ δύνανται, τὰ κατ’ αὐτῶν ὁρισθέντα. οὐδεὶς γὰρ ἐλεγχθεὶς ἐπὶ φόνῳ καὶ μοιχείᾳ μετὰ τὴν δίκην χώραν ἔχει τὴν ἀπόφασιν τοῦ κρίναντος αἰτιᾶσθαι, διατί μὴ οὕτως ἀλλ’ ἐκείνως ἐλάλησε. τοῦτο γὰρ οὐκ ἐλευθεροῖ τὸν κριθέντα, ἀλλὰ καὶ μᾶλλον αὐτοῦ τὸ ἔγκλημα διὰ τὴν προπέτειαν καὶ τὴν τόλμαν ἐπαυξάνει.