Ancient Greek · ~3 min
Chapter 20
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 20.2
Not analysed yet
τὸ μὲν ὅμοιον, ὅτι καὶ περὶ ἡμῶν ἐγράφη· εἰκών ἐστιν ὁ ἄνθρωπος καὶ δόξα θεοῦ ὑπάρχει ,τὸ δὲ ἀεί, ὅτι γέγραπται· ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες ,τὸ δὲ ἐν αὐτῷ, ὅτι ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν ,καὶ τὸ ἄτρεπτον δέ, ὅτι γέγραπται· οὐδὲν ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ ,περὶ δὲ τῆς δυνάμεως, ὅτι καὶ ἡ κάμπη καὶ ὁ βροῦχος μὲν λέγονται δύναμις καὶ δύναμις μεγάλη, πολλάκις δὲ καὶ περὶ τοῦ λαοῦ γέγραπται, ὥσπερ· ἐξῆλθε πᾶσα ἡ δύναμις κυρίου ἐκ γῆς Αἰγύπτου ,καὶ ἄλλαι δὲ οὐρανίαι δυνάμεις εἰσί· κύριος γάρ ,φησί, τῶν δυνάμεων μεθ’ ἡμῶν· ἀντιλήπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ. τοιαῦτα γὰρ καὶ Ἀστέριος ὁ λεγόμενος σοφιστὴς παρ’ αὐτῶν μαθὼν ἔγραψε καὶ παρ’ αὐτοῦ δὲ Ἄρειος μαθών, ὥσπερ εἴρηται.