Ancient Greek
Chapter 20
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 20.1
Not analysed yet
Τῶν δὲ ἐπισκόπων πάλιν λεγόντων δεῖν γραφῆναι δύναμιν ἀληθινὴν καὶ εἰκόνα τοῦ πατρὸς τὸν λόγον ὅμοιόν τε καὶ ἀπαράλλακτον αὐτὸν κατὰ πάντα τῷ πατρὶ καὶ ἄτρεπτον καὶ ἀεὶ καὶ ἐν αὐτῷ εἶναι ἀδιαιρέτως –οὐδέποτε γὰρ οὐκ ἦν, ἀλλὰ ἦν ὁ λόγος ἀεὶ ὑπάρχων ἀιδίως παρὰ τῷ πατρὶ ὡς ἀπαύγασμα φωτός –οἱ περὶ Εὐσέβιον ἠνείχοντο μὲν μὴ τολμῶντες ἀντιλέγειν διὰ τὴν αἰσχύνην, ἣν εἶχον ἐφ’ οἷς ἠλέγχθησαν, κατελήφθησαν δὲ πάλιν πρὸς ἑαυτοὺς τονθορύζοντες καὶ διανεύοντες τοῖς ὀφθαλμοῖς, ὅτι καὶ τὸ ὅμοιον καὶ τὸ ἀεὶ καὶ τὸ τῆς δυνάμεως ὄνομα καὶ τὸ ἐν αὐτῷ κοινὰ πάλιν ἐστὶ πρὸς ἡμᾶς καὶ τὸν υἱόν, καὶ οὐδὲν λυπεῖ τούτοις ἡμᾶς συνθέσθαι.