Ancient Greek
Chapter 20
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 20.4
Not analysed yet
τὰ μὲν γὰρ τῶν σωμάτων ὅμοια πρὸς ἑαυτὰ τυγχάνοντα δυνατόν πως διίστασθαι καὶ μακρὰν ἀπ’ ἀλλήλων γίνεσθαι, οἷοί εἰσιν οἱ τῶν ἀνθρώπων υἱοὶ πρὸς τοὺς γεννήσαντας, ὡς γέγραπται περὶ τοῦ Ἀδὰμ καὶ τοῦ ἐξ αὐτοῦ γεννηθέντος Σήθ, ὃς ἦν ὅμοιος αὐτῷ κατὰ τὴν ἰδέαν αὐτοῦ.