Ancient Greek
Chapter 20
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 20.5
Not analysed yet
ἐπειδὴ δὲ ἡ ἐκ πατρὸς τοῦ υἱοῦ γέννησις ἄλλη παρὰ τὴν ἀνθρώπων φύσιν ἐστὶ καὶ οὐ μόνον ὅμοιος, ἀλλὰ καὶ ἀδιαίρετός ἐστι τῆς τοῦ πατρὸς οὐσίας καὶ ἓν μέν εἰσιν αὐτὸς καὶ ὁ πατήρ, ὡς αὐτὸς εἴρηκεν, ἀεὶ δὲ ἐν τῷ πατρί ἐστιν ὁ λόγος καὶ ὁ πατὴρ ἐν τῷ λόγῳ, ὡς ἔστι τὸ ἀπαύγασμα πρὸς τὸ φῶς –τοῦτο γὰρ καὶ ἡ λέξις σημαίνει –,διὰ τοῦτο ἡ σύνοδος τοῦτο νοοῦσα καλῶς ὁμοούσιον ἔγραψεν, ἵνα τήν τε τῶν αἱρετικῶν κακοήθειαν ἀνατρέψωσι καὶ δείξωσιν ἄλλον εἶναι τῶν γενητῶν τὸν λόγον. καὶ γὰρ τοῦτο γράψαντες εὐθὺς ἐπήγαγον· τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν υἱὸν τοῦ θεοῦ ἢ κτιστὸν ἢ τρεπτὸν ἢ ποίημα ἢ ἐξ ἑτέρας οὐσίας τούτους ἀναθεματίζει ἡ ἁγία καὶ καθολικὴ ἐκκλησία.