Ancient Greek
Chapter 23
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 23.3
Not analysed yet
εἰ γὰρ δή φαμεν ἐκ τῆς οὐσίας εἶναι τοῦ θεοῦ τὸν λόγον (λοιπὸν γὰρ ἡ λέξις ὁμολογείσθω καὶ παρ’ αὐτῶν), τί ἂν εἴη τοῦτο ἢ τὸ ἀληθῶς καὶ ἀίδιον τῆς οὐσίας, ἐξ ἧς καὶ γεγέννηται; οὐ γὰρ ἑτεροειδές, ἵνα μὴ ξένον καὶ ἀνόμοιον τῇ οὐσίᾳ τοῦ πατρὸς ἐπιμιγνύηται, οὐδὲ ἔξωθεν ἁπλῶς ὅμοιος, ἵνα μὴ καθ’ ἕτερον ἢ ὅλως ἑτεροούσιος φαίνηται, ὥσπερ χαλκὸς στίλβων καὶ χρυσὸς καὶ ἄργυρος καὶ κασσίτερος. ταῦτα γὰρ ξένα καὶ ἑτεροφυῆ ἀλλήλων καὶ ἀπεσχοινισμένα τῇ φύσει καὶ τῇ δυνάμει τυγχάνουσι· καὶ οὔτε ὁ χαλκὸς ἴδιος τοῦ χρυσοῦ οὔτε ἡ φάσσα ἐκ τῆς περιστερᾶς, ἀλλὰ ὅμοια μὲν νομίζεται εἶναι, ἑτεροούσια δὲ ἀλλήλων ἐστίν.