Ancient Greek · ~2 min
Chapter 23
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 23.2
Not analysed yet
καὶ γὰρ οὕτω καὶ τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον αὐτὸν ἀληθῶς εἶναι σωθήσεται· πῶς γὰρ ἂν ἄλλως εἴη τοιοῦτος, εἰ μὴ τῆς τοῦ πατρὸς οὐσίας ἴδιόν ἐστι γέννημα; ἀνάγκη γὰρ καὶ ἐν τούτῳ τὴν ταυτότητα πρὸς τὸν ἑαυτοῦ πατέρα σώζειν. οὕτω δὴ τοῦ λόγου φανέντος εὐσεβοῦς ἀκόλουθον ἂν εἴη μηδὲ ἐπὶ τῷ ὁμοουσίῳ ξενίζεσθαι τοὺς χριστομάχους, ἐχούσης καὶ τῆς λέξεως ταύτης ὑγιῆ τὴν διάνοιαν καὶ τὴν ἀπόδειξιν.