Ancient Greek
Κωνσταντῖνος Σεβαστὸς Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 24
Not analysed yet
Εἶεν· ἀλλ’ ἐπ’ αὐτὸν ἤδη σὲ βαδιοῦμαι τῷ λόγῳ· ὦ τὴν μὲν ψυχὴν ἄφρον σύ, τὴν δὲ γλῶτταν στωμύλε, ἄπιστε δὲ τὰς φρένας, δὸς δή μοι τοῦ λόγου οὐκ ἀμφιλαφές τι λέγω καὶ ἱππήλατον πεδίον, ἀλλ’ οὖν κύκλον γε εὐπερίγραφον, μὴ σαθρὸν μόνον, ἀλλ’ ἐρρωμένον τε καὶ στερρὸν τῇ φύσει, ὦ ἀνόσιε δῆτα καὶ κάκιστε καὶ κρυψίνου. ἐξάγομαι γὰρ ταῦτα λέγειν· μᾶλλον δὲ βρόχον ἤδη σοι περιάψας καὶ συμποδίσας τῷ λόγῳ εἰς μέσους σε καταστήσω, ὡς ἂν πᾶς ὁ δῆμος τὴν σὴν καταμάθῃ φαυλότητα.