Ancient Greek
Chapter 24
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 24.1
Not analysed yet
Ἐξῃρήσθω δὲ πάλιν ἐν τούτοις πᾶς λογισμὸς σωματικός, φαντασίαν τε πάσης αἰσθήσεως ὑπερβάντες καθαρᾷ τῇ νοήσει καὶ μόνῳ τῷ νῷ νοῶμεν υἱοῦ πρὸς πατέρα τὸ γνήσιον καὶ λόγου τὴν πρὸς τὸν θεὸν ἰδιότητα καὶ τὴν ἀπαράλλακτον ὁμοιότητα τοῦ ἀπαυγάσματος πρὸς τὸ φῶς. ὡς γὰρ τὸ γέννημα καὶ τὸ υἱὸς οὐκ ἀνθρώπινον, ἀλλ’ ὡς θεῷ πρέπον ἐστίν, εἴρηταί τε καὶ ἔστι, τὸν αὐτὸν τρόπον τὴν λέξιν τοῦ ὁμοουσίου ἀκούοντες μὴ εἰς τὰς ἀνθρωπίνας αἰσθήσεις πίπτοντες μερισμοὺς καὶ διαιρέσεις τῆς θεότητος λογιζώμεθα· ἀλλ’ ὡς ἐπὶ ἀσωμάτων διανοούμενοι τὴν ἑνότητα τῆς φύσεως καὶ τὴν ταυτότητα τοῦ φωτὸς μὴ διαιρῶμεν. τοῦτο γὰρ ἴδιον υἱοῦ πρὸς πατέρα καὶ τοῦτο δείκνυσι τὸν θεὸν ἀληθῶς ὄντα πατέρα τοῦ λόγου.