Ancient Greek · ~2 min
Chapter 24
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 24.2
Not analysed yet
πάλιν γὰρ τὸ παράδειγμα τοῦ φωτὸς καὶ τοῦ ἀπαυγάσματος ἀναγκαῖον εἰς τοῦτο. τίς τολμήσει λέγειν τὸ ἀπαύγασμα ξένον καὶ ἀνόμοιον εἶναι τοῦ ἡλίου; ἢ τίς μᾶλλον ἐνορῶν οὕτως τὸ ἀπαύγασμα πρὸς τὸν ἥλιον καὶ τὴν ταυτότητα τοῦ φωτὸς οὐκ ἂν εἴποι θαρρήσας· ὄντως τὸ φῶς καὶ τὸ ἀπαύγασμα ἕν εἰσι καὶ τοῦτο ἐν ἐκείνῳ δείκνυται καὶ τὸ ἀπαύγασμα ἐν τῷ ἡλίῳ τυγχάνει ὄν, ὥστε τὸν ὁρῶντα τοῦτο βλέπειν κἀκεῖνο; τὴν δὲ τοιαύτην ἑνότητα καὶ φυσικὴν ἰδιότητα πῶς ἂν οἱ πιστεύοντες καὶ βλέποντες ὀρθῶς καλέσαιεν ἢ ὁμοούσιον γέννημα;