Ancient Greek · ~4 min
Chapter 25
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 25.2
Not analysed yet
μάθετε τοίνυν, ὦ χριστομάχοι Ἀρειανοί, ὅτι Θεόγνωστος μέν, ἀνὴρ λόγιος, οὐ παρῃτήσατο τὸ ἐκ τῆς οὐσίας εἰπεῖν. γράφων γὰρ περὶ υἱοῦ ἐν τῷ δευτέρῳ τῶν ὑποτυπώσεων οὕτως εἴρηκεν· οὐκ ἔξωθέν τίς ἐστιν ἐφευρεθεῖσα ἡ τοῦ υἱοῦ οὐσία οὐδὲ ἐκ μὴ ὄντων ἐπεισήχθη, ἀλλὰ ἐκ τῆς τοῦ πατρὸς οὐσίας ἔφυ ὡς τοῦ φωτὸς τὸ ἀπαύγασμα, ὡς ὕδατος ἀτμίς. οὔτε γὰρ τὸ ἀπαύγασμα οὔτε ἡ ἀτμὶς αὐτὸ τὸ ὕδωρ ἐστὶν ἢ αὐτὸς ὁ ἥλιος οὔτε ἀλλότριον, καὶ οὔτε ἡ τοῦ υἱοῦ οὐσία αὐτός ἐστιν ὁ πατὴρ οὔτε ἀλλότριος, ἀλλὰ ἀπόρροια τῆς τοῦ πατρὸς οὐσίας, οὐ μερισμὸν ὑπομεινάσης τῆς τοῦ πατρὸς οὐσίας. ὡς γὰρ μένων ὁ ἥλιος ὁ αὐτὸς οὐ μειοῦται ταῖς ἐκχεομέναις ὑπ’ αὐτοῦ αὐγαῖς, οὕτως οὐδὲ ἡ οὐσία τοῦ πατρὸς ἀλλοίωσιν ὑπέμεινεν εἰκόνα ἑαυτῆς ἔχουσα τὸν υἱόν. ὁ μὲν οὖν Θεόγνωστος τὰ πρότερα ὡς ἐν γυμνασίᾳ ἐξετάσας, ὕστερον τὴν ἑαυτοῦ δόξαν τιθεὶς οὕτως εἴρηκεν.