Ancient Greek
Chapter 25
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 25.1
Not analysed yet
Οἱ μὲν οὖν ἐν τῇ Νικαίᾳ συνελθόντες ταύτην ἔχοντες τὴν διάνοιαν τοιαύτας καὶ τὰς λέξεις ἔγραψαν. ὅτι δὲ οὐχ ἑαυτοῖς πλάσαντες ἐπενόησαν ταύτας, ἐπειδὴ καὶ τοῦτο προφασίζονται, ἀλλ’ ἄνωθεν παρὰ τῶν πρὸ αὐτῶν παραλαβόντες εἰρήκασι, φέρε καὶ τοῦτο διελέγξωμεν, ἵνα μηδὲ αὕτη αὐτοῖς ἡ πρόφασις περιλείπηται.