Ancient Greek
Chapter 26
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 26.5
Not analysed yet
καὶ τί ἂν ἐπὶ πλέον περὶ τούτων πρὸς ὑμᾶς διαλεγοίμην, πρὸς ἄνδρας πνευματοφόρους καὶ σαφῶς ἐπισταμένους τὰς ἀτοπίας τὰς ἐκ τοῦ ποίημα λέγειν τὸν υἱὸν ἀνακυπτούσας; αἷς μοι δοκοῦσι μὴ προσεσχηκέναι τὸν νοῦν οἱ καθηγησάμενοι τῆς δόξης ταύτης καὶ διὰ τοῦτο κομιδῇ τοῦ ἀληθοῦς διημαρτηκέναι, ἑτέρως ἢ βούλεται ταύτῃ ἡ θεία καὶ προφητικὴ γραφὴ τὸ κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ ἐκδεξάμενοι.