Ancient Greek
Chapter 26
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 26.6
Not analysed yet
οὐ μία γὰρ ἡ τοῦ ἔκτισεν, ὡς ἴστε, σημασία· ἔκτισε γὰρ ἐνταῦθα ἀκουστέον ἀντὶ τοῦ ἐπέστησε τοῖς ὑπ’ αὐτοῦ γεγονόσιν ἔργοις, γεγονόσι δὲ δι’ αὐτοῦ τοῦ υἱοῦ. οὐχὶ δέ γε τὸ ἔκτισε νῦν λέγοιτ’ ἂν ἐπὶ τοῦ ἐποίησε· διαφέρει γὰρ τοῦ ποιῆσαι τὸ κτίσαι. οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέ σε καὶ ἔκτισέ σε; τῇ ἐν τῷ Δευτερονομίῳ μεγάλῃ ᾠδῇ ὁ Μωσῆς φησι. πρὸς οὓς καὶ εἴποι ἄν τις· ὦ ῥιψοκίνδυνοι ἄνθρωποι, ποίημα ὁ πρωτότοκος πάσης κτίσεως, ὁ ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεννηθείς, ὁ εἰπὼν ὡς σοφία· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με ; καὶ πολλαχοῦ δὲ τῶν θείων λογίων γεγεννῆσθαι, ἀλλ’ οὐ γεγονέναι τὸν υἱὸν λεγόμενον εὕροι τις ἄν. ὑφ’ ὧν καταφανῶς ἐλέγχονται τὰ ψεύδη περὶ τῆς τοῦ κυρίου γεννήσεως ὑπολαμβάνοντες οἱ ποίησιν αὐτοῦ τὴν θείαν καὶ ἄρρητον γέννησιν λέγειν τολμῶντες.