Ancient Greek
Chapter 27
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 27.4
Not analysed yet
Ἰδοὺ ἡμεῖς μὲν ἐκ πατέρων εἰς πατέρας διαβεβηκέναι τὴν τοιαύτην διάνοιαν ἀποδεικνύομεν, ὑμεῖς δέ, ὦ νέοι Ἰουδαῖοι καὶ τοῦ Καιάφα μαθηταί, τίνας ἄρα τῶν ῥημάτων ὑμῶν ἔχετε δεῖξαι πατέρας; ἀλλ’ οὐδένα τῶν φρονίμων καὶ σοφῶν ἂν εἴποιτε· πάντες γὰρ ὑμᾶς ἀποστρέφονται, πλὴν μόνου τοῦ διαβόλου. μόνος γὰρ ὑμῖν οὗτος τῆς τοιαύτης ἀποστασίας πατὴρ γέγονεν, ὁ καὶ κατὰ τὴν ἀρχὴν ὑμῖν ἐπισπείρας τὴν ἀσέβειαν ταύτην καὶ νῦν λοιδορεῖν τὴν οἰκουμενικὴν σύνοδον πείσας ὑμᾶς, ὅτι μὴ τὰ ὑμέτερα ἀλλὰ ταῦτα γεγράφασιν, ἅπερ οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου γενόμενοι παραδεδώκασιν.