Ancient Greek
Chapter 27
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 27.5
Not analysed yet
ἣν γὰρ ἡ σύνοδος ἐγγράφως ὡμολόγησε πίστιν, αὕτη τῆς καθολικῆς ἐκκλησίας ἐστί. ταύτην ἐκδικοῦντες οἱ μακάριοι πατέρες οὕτως ἔγραψαν καὶ κατέκριναν τὴν ἀρειανὴν αἵρεσιν· διὸ μάλιστα καὶ διαβάλλειν τὴν σύνοδον ἐπιχειροῦσιν. οὐ γὰρ αἱ λέξεις αὐτοὺς λυποῦσιν, ἀλλ’ ὅτι ἐν αὐταῖς ἀπεδείχθησαν αἱρετικοὶ καὶ τῶν ἄλλων αἱρέσεων τολμηρότεροι.