Ancient Greek · ~2 min
Chapter 28
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 28.2
Not analysed yet
εἰ μὲν οὖν ἀγνοοῦντες τὸ ὄνομα οὕτως ἀναισχυντοῦσιν, ἔδει μαθεῖν αὐτοὺς παρὰ τῶν αὐτοῖς δεδωκότων αὐτό, ὅτι καὶ ὃν λέγουσιν ἐκ τοῦ ἀγαθοῦ νοῦν καὶ τὴν ἐκ τοῦ νοῦ ψυχήν, καίτοι γινώσκοντες τὸ ἐξ ὧν εἰσιν οὐκ ἐφοβήθησαν ὅμως καὶ αὐτὰ εἰπεῖν ἀγένητα εἰδότες, ὅτι καὶ τοῦτο λέγοντες οὐκ ἐλαττοῦσι τὸ πρῶτον ἐξ οὗ καὶ ταῦτα πέφυκε, καὶ ἢ καὶ αὐτοὺς οὕτω λέγειν ἢ μηδ’ ὅλως λέγειν περὶ ὧν οὐκ ἴσασιν. εἰ δὲ νομίζουσι γινώσκειν, ἀναγκαῖον αὐτοὺς ἐρωτῆσαι, ἐπεὶ μάλιστα καὶ οὐκ ἔστιν ἐκ τῶν θείων γραφῶν ἡ λέξις, ἀλλὰ πάλιν ἀγράφως λαλοῦντες φιλονεικοῦσιν.