Ancient Greek · ~1 min
Chapter 28
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 28.1
Not analysed yet
Ἀμέλει τῶν λεξειδίων αὐτῶν δειχθέντων τότε φαύλων καὶ ἀεὶ δὲ εὐελέγκτων ὄντων ὡς ἀσεβῶν ἐχρήσαντο παρ’ Ἑλλήνων λοιπὸν τὴν λέξιν τοῦ ἀγενήτου, ἵνα προφάσει καὶ τούτου τοῦ ὀνόματος ἐν τοῖς γενητοῖς πάλιν καὶ τοῖς κτίσμασι συναριθμῶσι τὸν τοῦ θεοῦ λόγον, δι’ οὗ αὐτὰ τὰ γενητὰ γέγονεν· οὕτως εἰσὶ πρὸς ἀσέβειαν ἀναίσχυντοι καὶ πρὸς τὰς τοῦ κυρίου βλασφημίας φιλόνεικοι.