Ancient Greek
Chapter 28
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 28.6
Not analysed yet
εἰ γὰρ τὸ μὴ ἔχον ἀρχὴν εἰς τὸ εἶναι μηδὲ γενητὸν ἢ κτιστόν, ἀλλ’ ἀίδιον ὄν, τοῦτο λέγουσιν ἀγένητον, τοὐναντίον δὲ τούτων εἶναι τὸν τοῦ θεοῦ λόγον, τίς οὐ συνορᾷ τὴν πανουργίαν τῶν θεομάχων; τίς οὐκ ἂν αὐτοὺς οὕτω μαινομένους καταλιθώσειεν; ἐπειδὴ γὰρ αἰσχύνονται προφέρειν ἔτι τὰ πρῶτα τῶν μύθων ἑαυτῶν λογάρια, ἐφ’ οἷς κατεγνώσθησαν, ἄλλως πάλιν αὐτὰ σημαίνειν ἐπενόησαν οἱ δείλαιοι διὰ τοῦ ὀνόματος τοῦ ὡς αὐτοὶ λέγουσιν ἀγενήτου. εἰ γὰρ ὁ υἱὸς τῶν γενητῶν ἐστι, δηλονότι ἐξ οὐκ ὄντων καὶ αὐτὸς γέγονε, καὶ εἰ ἀρχὴν ἔχει τοῦ εἶναι, οὐκ ἦν ἄρα πρὶν γεννηθῇ, καὶ εἰ μή ἐστιν ἀίδιος, ἦν ποτε ὅτε οὐκ ἦν.