Ancient Greek
Chapter 29
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 29.1
Not analysed yet
Ἔδει οὖν ταῦτα πάλιν αὐτοὺς φρονοῦντας ἐν αὐτοῖς τοῖς ἰδίοις αὐτῶν ῥήμασι σημαίνειν ἑαυτῶν τὴν ἑτεροδοξίαν καὶ μὴ τῇ λέξει δῆθεν τοῦ ἀγενήτου σκέπειν ἑαυτῶν τὴν κακόνοιαν. ἀλλ’ οὐ ποιοῦσι τοῦτο οἱ κακοήθεις, πάντα δὲ κατὰ τὸν πατέρα ἑαυτῶν τὸν διάβολον μετὰ πανουργίας πράττουσιν. ὡς γὰρ ἐκεῖνος μετὰ ἀλλοτρίων ἐνδυμάτων ἀπατᾶν ἐπιχειρεῖ, οὕτως οὗτοι τὸ ἀγένητον ἐπενόησαν ὀνομάζειν, ἵνα προσποιούμενοι τὸν θεὸν εὐφημεῖν κεκρυμμένην ἔχωσι τὴν κατὰ τοῦ κυρίου βλασφημίαν καὶ μετὰ καλύμματος αὐτὴν ἄλλοις σημαίνωσιν. ἀλλὰ καὶ τούτου τοῦ σοφίσματος αὐτῶν γνωσθέντος, τί ἄρα πάλιν αὐτοῖς ἕτερον περιλείπεται, λεγέτωσαν.