Ancient Greek · ~2 min
Chapter 29
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 29.2
Not analysed yet
εὕρομεν, φασὶν οἱ κακοῦργοι καὶ προστιθέντες τοῖς προτέροις λέγουσιν, ἀγένητον εἶναι τοῦτο τὸ μὴ ἔχον τοῦ εἶναι τὸν αἴτιον, ἀλλὰ καὶ τοῖς γενητοῖς αὐτὸν αἴτιον εἰς τὸ γενέσθαι τυγχάνοντα. ἀχάριστοι καὶ τῷ ὄντι τῶν γραφῶν ἀνήκοοι, οἱ μὴ διὰ τιμὴν τὴν εἰς τὸν θεόν, ἀλλὰ διὰ τὴν εἰς τὸν υἱὸν ἀτιμίαν πάντα καὶ ποιοῦντες καὶ λαλοῦντες οὐκ εἰδότες, ὅτι ὁ τὸν υἱὸν ἀτιμάζων ἀτιμάζει τὸν πατέρα.