Ancient Greek
Chapter 29
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 29.4
Not analysed yet
καὶ ὥσπερ ὁ τὸν ἀρχιτέκτονα προσφωνῶν καὶ λέγων δημιουργὸν οἰκίας ἢ πόλεως οὐ συναριθμεῖ τῷ ὀνόματι τούτῳ τὸν ἐξ αὐτοῦ γεννηθέντα υἱόν, ἀλλὰ διὰ μὲν τὴν εἰς τὰ ἔργα τέχνην καὶ τὴν ἐπιστήμην σημαίνων μὴ εἶναι αὐτὸν τοιοῦτον, οἷά ἐστι τὰ παρ’ αὐτοῦ γενόμενα, δημιουργὸν αὐτὸν καλεῖ, τὴν δὲ φύσιν τοῦ ποιήσαντος εἰδὼς οἶδεν ἄλλον εἶναι παρὰ ταῦτα τὸν ἐξ αὐτοῦ γεννηθέντα καὶ διὰ μὲν τὸν υἱὸν πατέρα αὐτὸν καλεῖ, διὰ δὲ τὰ ἔργα κτίστην καὶ ποιητήν. τὸν αὐτὸν τρόπον ὁ λέγων οὕτως τὸν θεὸν ἀγένητον ἐκ τῶν ἔργων αὐτὸν ὀνομάζει σημαίνων μὴ μόνον μὴ εἶναι αὐτὸν γενητόν, ἀλλ’ ὅτι καὶ τῶν γενητῶν ποιητής ἐστιν, οἶδε μέντοι τὸν λόγον ἄλλον ὄντα τῶν καὶ μόνον ἴδιον τοῦ πατρὸς γέννημα, δι’ οὗ καὶ τὰ πάντα γέγονε καὶ συνέστηκε.