Ancient Greek
Chapter 30
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 30.1
Not analysed yet
Καὶ γὰρ καὶ παντοκράτορα τὸν θεὸν οἱ προφῆται λέγοντες οὐ διὰ τὸ εἶναι τὸν λόγον ἕνα τῶν πάντων οὕτως αὐτὸν ἐπεκαλοῦντο –ᾔδεισαν γὰρ τὸν υἱὸν ἄλλον ὄντα τῶν γενητῶν καὶ πάντων καὶ αὐτὸν κρατοῦντα κατὰ τὴν τοῦ πατρὸς ὁμοιότητα –ἀλλ’ ὅτι πάντων, ὧν διὰ τοῦ υἱοῦ πεποίηκεν, αὐτὸς κρατεῖ, τούτων τε τὴν ἐξουσίαν τῷ υἱῷ δέδωκε καὶ δεδωκὼς πάλιν αὐτὸς τῶν πάντων διὰ τοῦ λόγου κυριεύει. πάλιν τε κύριον τῶν δυνάμεων λέγοντες τὸν θεὸν οὐ διὰ τὸ εἶναι καὶ τὸν λόγον ἕνα τούτων τῶν δυνάμεων τοῦτ’ ἔλεγον, ἀλλ’ ὅτι τοῦ μὲν υἱοῦ πατήρ ἐστι, τῶν δὲ διὰ τοῦ υἱοῦ γενομένων δυνάμεων κύριός ἐστι.