Ancient Greek
3 to 4
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 3-2-4
Not analysed yet
καὶ παμψηφὶ ἔδοξεν ἀναθεματισθῆναι τὴν ἀσεβῆ αὐτοῦ δόξαν καὶ τὰ ῥήματα καὶ τὰ ὀνόματα τὰ βλάσφημα, οἷς ἐκέχρητο βλασφημῶν τὸν υἱὸν τοῦ θεοῦ, λέγων ἐξ οὐκ ὄντων εἶναι καὶ πρὶν γεννηθῆναι μὴ εἶναι καὶ εἶναί ποτε ὅτε οὐκ ἦν, καὶ αὐτεξουσιότητι κακίας καὶ ἀρετῆς δεκτικὸν τὸν υἱὸν τοῦ θεοῦ λέγοντος καὶ κτίσμα ὀνομάζοντος καὶ ποίημα. ἅπαντα ἀνεθεμάτισεν ἡ ἁγία σύνοδος οὐδὲ ὅσον ἀκοῦσαι τῆς ἀσεβοῦς δόξης καὶ τῆς ἀπονοίας καὶ τῶν βλασφήμων ῥημάτων ἀνασχομένη. καὶ τὰ μὲν κατ’ ἐκεῖνον οἵου τέλους τετύχηκε πάντως ἢ ἀκηκόατε ἢ ἀκούσεσθε, ἵνα μὴ δόξωμεν ἐπεμβαίνειν ἀνδρὶ δι’ οἰκείαν ἁμαρτίαν ἄξια τὰ ἐπίχειρα κομισαμένῳ.