Ancient Greek
Chapter 32
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 32.5
Not analysed yet
σὺ μέντοι, ἀγαπητέ, δεξάμενος ἔντυχε κατὰ σαυτόν, καὶ εἰ δοκιμάσειας καλῶς ἔχειν, ἀνάγνωθι καὶ τοῖς τότε παροῦσιν ἀδελφοῖς, ἵνα καὶ αὐτοὶ ταῦτα μαθόντες ἀποδέξωνται μὲν τῆς συνόδου τὸν ζῆλον τῆς ἀληθείας καὶ τὴν τῆς διανοίας ἀκρίβειαν, καταγνῶσι δὲ τῆς τόλμης τῶν χριστομάχων Ἀρειανῶν καὶ τῶν ματαίων προφάσεων αὐτῶν, ἃς τῆς ἀσεβοῦς ἑαυτῶν χάριν αἱρέσεως ἀναπλάττειν ἐν αὐτοῖς μεμελετήκασιν· ὅτι τῷ θεῷ καὶ πατρὶ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ συνανάρχῳ αὐτοῦ υἱῷ καὶ λόγῳ ἅμα τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι νῦν καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. ἀμήν.