Ancient Greek · ~4 min
32.2 to 32.4
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 32.2-4
Not analysed yet
καὶ τὰ μὲν παρὰ τῆς συνόδου γραφέντα διάνοιαν ὀρθὴν ἔχοντα δέδεικται, τῶν δ’ Ἀρειανῶν καὶ τὰ λογάρια σαθρὰ καὶ ὁ τρόπος πονηρὸς ἐφάνη. καὶ γὰρ καὶ τὸ ἀγένητον ὄνομα, ἰδίαν ἔχον διάνοιαν καὶ δυνάμενον εὐσεβῶς προφέρεσθαι, αὐτοὶ πάλιν κατὰ τὴν ἰδίαν ἐνθύμησιν ὡς ἠθέλησαν ὀνομάζουσιν ἐπ’ ἀτιμίᾳ τοῦ σωτῆρος, ἵνα μόνον ὡς γίγαντες θεομαχεῖν φιλονεικῶσιν. ἀλλ’ οὔτε ἐκεῖνα τὰ λογάρια προφέροντες ἔμειναν ἀκατάγνωστοι οὔτε τὸ ἀγένητον καλῶς καὶ εὐσεβῶς δυνάμενον ὀνομάζεσθαι, ὅμως κακῶς αὐτοὶ φρονοῦντες λαθεῖν οὐκ ἠδυνήθησαν· κατῃσχύνθησαν γὰρ ἐν πᾶσι καὶ ἡ αἵρεσις αὐτῶν ἐστηλιτεύθη πανταχοῦ. Ταῦτα μέν, ὡς ἠδυνήθην, ἀπομνημονεύσας τὰ ἐν τῇ συνόδῳ τότε πραχθέντα δεδήλωκα, οἶδα δὲ ὅτι τῶν χριστομάχων οἱ φιλέριδες οὐδὲ τούτων ἀκούσαντες μεταβάλλεσθαι θελήσουσιν, ἀλλὰ περιδραμοῦνται πάλιν ἑτέρας ζητοῦντες προφάσεις καὶ μετὰ ταύτας πάλιν ἑτέρας ἐπινοήσουσι. κατὰ γὰρ τὸ προφητικὸν εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς καὶ αὐτοὶ θελήσουσιν εὐσεβῶς φρονεῖν μεμαθηκότες ἀσεβεῖν.