Ancient Greek
Κωνσταντῖνος Σεβαστὸς Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 35
Not analysed yet
Ἀλλὰ γὰρ σὺ κατὰ σεαυτὸν ἐννοῶν φαίνῃ, ὢ τῆς μανίας λίαν· περίστρεψον νῦν εἰς τὴν σαυτοῦ ἀπώλειαν τὸ τοῦ διαβόλου ξίφος. ὁρᾶτε δὴ, πάντες ὁρᾶτε, ὡς γοερὰς ἤδη προίσχεται φωνὰς τῷ τοῦ ἔχεως ἐνισχημένος δήγματι, ὡς αἱ φλέβες αὐτοῦ καὶ σάρκες τῷ ἰῷ ἐγκατειλημμέναι δεινὰς ἀνακινοῦσιν ὀδύνας, ὡς διερρύηκεν αὐτοῦ τὸ σῶμα πᾶν κατισχνωθέν –αὐχμοῦ τε καὶ ῥύπου καὶ θρήνων καὶ ὠχριάσεως καὶ φρίκης καὶ μυρίων τε γέμει κακῶν καὶ δεινῶς κατέσκληκεν –ὡς εἰδεχθὲς καὶ κατάρρυπον τὸ τῆς κόμης δάσος, ὡς ὅλος ἡμιθνὴς καὶ ἐξασθενῶν ἤδη τὸ βλέμμα, ὡς ἄναιμον τὸ πρόσωπον καὶ ὑπὸ μερίμνης ἐκτετηκός, ὡς ὁμοῦ πάντα εἰς αὐτὸν συνδραμόντα, οἶστρος μανία τε καὶ ματαιότης, διὰ τὸ χρόνιον τοῦ πάθους ἄγριόν τε καὶ θηριώδη σε πεποιήκασιν.