Ancient Greek
Chapter 35
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 35.12
Not analysed yet
τίς γὰρ ἤκουσε πώποτε τοιαῦτα; ἢ τίς νῦν ἀκούων οὐ ξενίζεται καὶ τὰς ἀκοὰς βύει ὑπὲρ τοῦ μὴ τὸν ῥύπον τούτων τῶν ῥημάτων ψαῦσαι τῆς ἀκοῆς; τίς ἀκούων Ἰωάννου λέγοντος, ἐν ἀρχῇ ἦν ὁ λόγος ,οὐ καταγινώσκει τούτων λεγόντων, ἦν ποτε ὅτε οὐκ ἦν, ἢ τίς ἀκούων ἐν τῷ εὐαγγελίῳ μονογενὴς υἱός ,καὶ δι’ αὐτοῦ ἐγένετο πάντα ,οὐ μισήσει τούτους φθεγγομένους, ὅτι εἷς ἐστιν τῶν ποιημάτων; πῶς γὰρ δύναται εἷς εἶναι τῶν δι’ αὐτοῦ γενομένων, ἢ πῶς μονογενὴς ὁ τοῖς πᾶσι κατ’ ἐκείνους συναριθμούμενος, εἴπερ καὶ αὐτὸς κτίσμα ἐστὶ καὶ ποίημα; πῶς δὲ ἐξ οὐκ ὄντων ἂν εἴη τοῦ πατρὸς λέγοντος ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν καὶ ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε ;