Ancient Greek
Chapter 35
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 35.11
Not analysed yet
Ταῦτα λέγοντας τοὺς περὶ Ἄρειον καὶ ἐπὶ τούτοις ἀναισχυντοῦντας αὐτούς τε καὶ τοὺς συνακολουθήσαντας αὐτοῖς ἡμεῖς μὲν μετὰ τῶν κατ’ Αἴγυπτον καὶ τὰς Λιβύας ἐπισκόπων ἐγγὺς ἑκατὸν ὄντων συνελθόντες ἀνεθεματίσαμεν. οἱ δὲ περὶ Εὐσέβιον προσεδέξαντο σπουδάζοντες ἐγκαταμῖξαι τὸ ψεῦδος τῇ ἀληθείᾳ καὶ τῇ εὐσεβείᾳ τὴν ἀσέβειαν. ἀλλ’ οὐκ ἰσχύσουσι· νικᾶ γὰρ ἡ ἀλήθεια καὶ οὐδεμία ἐστὶ κοινωνία φωτὶ πρὸς σκότος, οὐδὲ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ.