Ancient Greek
Chapter 35
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 35.14
Not analysed yet
Πῶς δὲ τρεπτὸς καὶ ἀλλοιωτὸς ὁ λέγων δι’ ἑαυτοῦ μὲν ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ καὶ ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν ,διὰ δὲ τοῦ προφήτου ἴδετέ με ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι ; εἰ γὰρ καὶ ἐπ’ αὐτόν τις τὸν πατέρα δύναται τὸ ῥητὸν ἀναφέρειν, ἀλλὰ ἁρμοδιώτερον ἂν εἴη περὶ τοῦ λόγου νῦν λεγόμενον, ὅτι καὶ γενόμενος ἄνθρωπος οὐκ ἠλλοίωται, ἀλλ’ ὡς εἶπεν ὁ ἀπόστολος· Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. τίς δὲ ἄρα εἰπεῖν αὐτοὺς ἔπεισεν, ὅτι δι’ ἡμᾶς γέγονε καίτοι τοῦ Παύλου γράφοντος δι’ ὃν τὰ πάντα, καὶ δι’ οὗ τὰ πάντα.