Ancient Greek · ~2 min
Chapter 35
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 35.15
Not analysed yet
περὶ γὰρ τοῦ βλασφημεῖν αὐτούς, ὅτι οὐκ οἶδεν τελείως ὁ υἱὸς τὸν πατέρα, οὐ δεῖ θαυμάζειν. ἅπαξ γὰρ προθέμενοι χριστομαχεῖν παρακρούονται καὶ τὰς φωνὰς αὐτοῦ λέγοντος καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα. εἰ μὲν οὖν ἐκ μέρους ὁ πατὴρ γινώσκει τὸν υἱόν, δῆλον ὅτι καὶ ὁ υἱὸς μὴ τελείως γινωσκέτω τὸν πατέρα. εἰ δὲ τοῦτο λέγειν οὐ θέμις, οἶδεν δὲ τελείως ὁ πατὴρ τὸν υἱόν, δῆλον ὅτι καθὼς γινώσκει ὁ πατὴρ τὸν ἑαυτοῦ λόγον, οὕτως καὶ ὁ λόγος γινώσκει τὸν ἑαυτοῦ πατέρα, οὗ καὶ ἔστι λόγος.