Ancient Greek
Chapter 35
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 35.20
Not analysed yet
Ἐδηλώσαμεν καὶ τῇ ὑμετέρᾳ θεοσεβείᾳ, ἀγαπητοὶ καὶ τιμιώτατοι συλλειτουργοί, ἵνα μήτε τινὰς ἐξ αὐτῶν, εἰ προπετεύσαιντο πρὸς ὑμᾶς ἐλθεῖν, προσδέξησθε μήτε Εὐσεβίῳ ἢ ἑτέρῳ τινὶ γράφοντι περὶ αὐτῶν πεισθῆτε. πρέπει γὰρ ὑμᾶς Χριστιανοὺς ὄντας πάντας τοὺς κατὰ Χριστοῦ λέγοντάς τε καὶ φρονοῦντας ὡς θεομάχους καὶ φθορέας τῶν ψυχῶν ἀποστρέφεσθαι, καὶ μηδὲ κἂν χαίρειν τοῖς τοιούτοις λέγειν, ἵνα μήποτε καὶ ταῖς ἁμαρτίαις αὐτῶν κοινωνοὶ γενώμεθα, ὡς παρήγγειλεν ὁ μακάριος Ἰωάννης. προσείπατε τοὺς παρ’ ὑμῖν ἀδελφούς. ὑμᾶς οἱ σὺν ἐμοὶ προσαγορεύουσιν.