Ancient Greek
Chapter 35
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 35.19
Not analysed yet
Τοῦ τοίνυν κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διά τε ἑαυτοῦ παραγγείλαντος καὶ διὰ τοῦ ἀποστόλου σημάναντος περὶ τῶν τοιούτων ἀκολούθως ἡμεῖς αὐτήκοοι τῆς ἀσεβείας αὐτῶν γενόμενοι ἀνεθεματίσαμεν, καθὰ προείπομεν, τοὺς τοιούτους ἀποδείξαντές τε αὐτοὺς ἀλλοτρίους τῆς καθολικῆς ἐκκλησίας τε καὶ πίστεως.