Ancient Greek
Κωνσταντῖνος Σεβαστὸς Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 4-2
Not analysed yet
αὕτη μέντοι ἐν τῷ νόμῳ καὶ τῷ περὶ σοῦ κηρύγματι ὥσπερ τισὶ ζάλαις καὶ τρικυμίαις κακῶν διαφορουμένη ἐξερεύγεται μὲν ἐξώλεις λόγους, γράφουσα δὲ τούτους ἐκφαίνει, οὓς οὐδέποτε σὺ τῷ ἀϊδίῳ τῆς σαυτοῦ πηγῆς τῷ πατρὶ συνυπάρχων ἐν ταῖς περὶ σαυτοῦ γνώσεσιν ἀφώρισας. συνάγει δὲ ὅλως καὶ συμφορεῖ δεινὰ ἄττα καὶ ἄνομα ἀσεβήματα, νῦν μὲν τὰς γλώττας κραδαίνουσα, νῦν δ’ αὖ πάλιν ταῖς τῶν ἀθλίων σπουδαῖς ἐπαιρομένη, οὓς ἐπ’ ἀδείας αὕτη παρόντας ἐξαπατᾷ καὶ φθείρει.