Ancient Greek
Κωνσταντῖνος Σεβαστὸς Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 42
Not analysed yet
σὺ δέ, ὁ σιδηρόφρων ἀνήρ, δεῖγμά μοι δὸς τῆς σῆς προαιρέσεως, εἰ σαυτῷ πιστεύεις καὶ ἔρρωσαι τῷ βεβαίῳ τῆς πίστεως καὶ καθαρὰν ὅλως ἔχεις συνείδησιν. ἧκε πρὸς ἐμέ, ἧκε, φημί, πρὸς θεοῦ ἄνθρωπον. πίστευσον, ὡς ταῖς ἐμαυτοῦ πεύσεσι διερευνήσομαί σου τὰ ἀπόρρητα τῆς καρδίας· κἂν μέν τι μανικὸν ἐνεῖναι δόξῃ, τὴν θείαν ἐπικαλεσάμενος χάριν παραδείγματός σε κάλλιον ἰάσομαι. ἐὰν δὲ ὑγιαίνων τὰ κατὰ ψυχὴν φανῇς, τὸ τῆς ἀληθείας φῶς ἐπιγνοὺς ἐν σοὶ καὶ τῷ θεῷ χάριν εἴσομαι καὶ ἐμαυτῷ τῆς εὐσεβείας συνησθήσομαι.