Ancient Greek · ~7 min
5.2 to 5.6
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 5.2-6
Not analysed yet
διὰ τοῦτο καὶ ὁ παρ’ αὐτοῦ μαθὼν ὁ μακάριος ἀπόστολος Παῦλος τὰ μὲν ἐκκλησιαστικὰ διατυπῶν οὐδὲ διακόνους ἠθέλησεν εἶναι διλόγους, μήτι γε ἐπισκόπους, τοῖς δὲ Γαλάταις ἐπιπλήττων ἀπεφήνατο καθόλου λέγων· εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω, καθὼς προείρηκα, καὶ πάλιν λέγω· ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμᾶς παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. τοῦ τοίνυν ἀποστόλου ταῦτα λέγοντος ἢ καὶ οὗτοι τοὺς περὶ Εὐσέβιον μεταβαλλομένους καὶ λέγοντας ἕτερα παρὰ τὰ ὑπέγραψαν ἀνάθεμα ποιείτωσαν, ἢ εἰ γινώσκουσιν αὐτοὺς καλῶς ὑπογράψαντας, μὴ γογγυζέτωσαν κατὰ τῆς τηλικαύτης συνόδου. εἰ δὲ μήτε τοῦτο μήτ’ ἐκεῖνο ποιοῦσι, δῆλοί εἰσι καὶ αὐτοὶ παντὶ ἀνέμῳ καὶ κλύδωνι περιφερόμενοι καὶ μὴ ταῖς ἰδίαις ἀλλὰ ἀλλοτρίαις ἑλκόμενοι γνώμαις. τοιοῦτοι δὲ ὄντες οὐδὲ νῦν τοιαύτας προβαλλόμενοι προφάσεις ἀξιόπιστοί εἰσιν, ἀλλὰ καὶ παυέσθωσαν αἰτιώμενοι ἃ μὴ γινώσκουσι· τάχα δὲ οὐδὲ διακρίνειν εἰδότες ἁπλῶς τὸ μὲν πονηρὸν λέγουσι καλόν, τὸ δὲ καλὸν πονηρόν, καὶ νομίζουσι τὸ μὲν πικρὸν εἶναι γλυκύ, τὸ δὲ γλυκὺ πικρόν. ἀμέλει τὰ μὲν κριθέντα κακὰ καὶ ἀποδοκιμασθέντα κρατεῖν ἐθέλουσι, τὰ δὲ καλῶς ὁρισθέντα βιάζονται διαβάλλειν. ἔδει μὲν οὖν μήθ’ ἡμᾶς ἔτι τινὰ τούτων ἀπόλογον ποιεῖσθαι καὶ πρὸς τὰς ματαίας αὐτῶν προφάσεις ἀποκρίνεσθαι μήτ’ ἐκείνους ἔτι φιλονεικεῖν, ἀλλὰ συντίθεσθαι, οἷς ὑπέγραψαν οἱ ἡγεμόνες τῆς αἱρέσεως αὐτῶν, εἰδότας ὡς ἡ μὲν μετὰ ταῦτα μεταβολὴ τῶν περὶ Εὐσέβιον ὕποπτός ἐστι καὶ κακοήθης. τὸ δὲ ὑπογράψαι μετὰ τὸ δυνηθῆναι κἂν τὸ βραχύτατον ἀπολογήσασθαι τοῦτο δείκνυσιν ἀληθῶς ἀσεβῆ τὴν ἀρειανὴν αἵρεσιν. καὶ γὰρ οὐ πρότερον ὑπέγραψαν, εἰ μὴ κατέγνωσαν αὐτῆς· καὶ οὐ πρότερον κατέγνωσαν, εἰ μὴ πανταχόθεν ἀπορήσαντες ᾐσχύνθησαν· ὥστε τὸ μεταβάλλεσθαι τῆς εἰς ἀσέβειαν φιλονεικίας ἔλεγχός ἐστι.