Ancient Greek · ~2 min
Chapter 5
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 5.7
Not analysed yet
διὸ ἔδει μέν, καθάπερ εἴρηται, καὶ τούτους ἠρεμεῖν. ἐπειδὴ δὲ δεινοὶ πρὸς ἀναισχυντίαν εἰσί, καὶ νομίζουσιν ἴσως αὐτοὶ μᾶλλον ἐκείνων δύνασθαι προστῆναι τῆς διαβολικῆς ταύτης ἀσεβείας. εἰ καὶ ἔφθασα διὰ τῆς προτέρας ἐπιστολῆς τῆς πρὸς σὲ γραφείσης πλατυτέρῳ τῷ κατ’ αὐτῶν ἐλέγχῳ κεχρημένος, ὅμως φέρε καὶ νῦν τούτους ὥσπερ ἐκείνους καθ’ ἕκαστον τῶν ὑπ’ αὐτῶν λεγομένων ἐξετάσωμεν. δειχθήσεται γὰρ οὐδὲν ἧττον καὶ νῦν οὐχ ὑγιής, ἀλλά τις δαιμονιώδης αὐτῶν ἡ αἵρεσις.