Ancient Greek · ~1 min
Εὐσεβίου Καισαρέως τοῦ ἀρειανόφρονος ἐπιστολὴ πρὸς τοὺς τῆς παροικίας αὐτοῦ.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 6
Not analysed yet
ταῦτα ἀπὸ καρδίας καὶ ψυχῆς πάντοτε πεφρονηκέναι, ἐξ οὗπερ ἴσμεν ἑαυτούς, καὶ νῦν φρονεῖν τε καὶ λέγειν ἐξ ἀληθείας ἐπὶ τοῦ θεοῦ τοῦ παντοκράτορος καὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μαρτυρόμεθα, δεικνύναι ἔχοντες δι’ ἀποδείξεων καὶ πείθειν ὑμᾶς, ὅτι καὶ τοὺς παρεληλυθότας χρόνους οὕτως ἐπιστεύομέν τε καὶ ἐκηρύσσομεν.