Ancient Greek
Κωνσταντῖνος Σεβαστὸς Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 6-3
Not analysed yet
πλήθη, φησίν, ἔχομεν. προβήσομαι δὴ μικρὸν αὐτὸς ἐπὶ τὸ πρόσθεν, ὡς ἂν τῶν τῆς μανίας πολέμων θεατὴς γένωμαι. αὐτός, ἔφην, ἐγὼ προβήσομαι ὁ τοὺς τῶν ἀφρόνων πολέμους παύειν εἰωθώς. ἄγε δή, Ἄρες Ἄρειε, ἀσπίδων εἰ χρεία. μὴ σύ γε τοῦτο ποιήσῃς, ἱκετεύομεν. ἐπισχέτω γοῦν σε ἡ τῆς Ἀφροδίτης ὁμιλία. ἀλλὰ γὰρ εἴθ’ ὡς τοῖς ὄχλοις ἄριστα συνεκροτῆσθαι δοκεῖς, οὕτω σοι τῇ περὶ τὸν Χριστὸν εὐσεβείᾳ προσῆκε ἀκμάζειν.