Ancient Greek · ~2 min
Εὐσεβίου Καισαρέως τοῦ ἀρειανόφρονος ἐπιστολὴ πρὸς τοὺς τῆς παροικίας αὐτοῦ.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 9
Not analysed yet
Καὶ δὴ ταύτης τῆς γραφῆς ὑπ’ αὐτῶν ὑπαγορευθείσης, ὅπως εἴρηται αὐτοῖς τὸ ἐκ τῆς οὐσίας τοῦ πατρὸς καὶ τὸ τῷ πατρὶ ὁμοούσιον, οὐκ ἀνεξέταστον αὐτοῖς κατελιμπάνομεν. ἐπερωτήσεις τοιγαροῦν καὶ ἀποκρίσεις ἐντεῦθεν ἀνεκινοῦντο ἐβασάνιζέν τε ὁ λόγος τὴν διάνοιαν τῶν εἰρημένων. καὶ δὴ τὸ ἐκ τῆς οὐσίας ὡμολογεῖτο πρὸς αὐτῶν δηλωτικὸν εἶναι τοῦ ἐκ μὲν τοῦ πατρὸς εἶναι, οὐ μὴν ὡς μέρος ὑπάρχειν τοῦ πατρός.