Ancient Greek
Chapter 21
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 21.7
Not analysed yet
Διὰ τί οὖν καὶ τὸν θάνατον ὥσπερ καὶ τὸ νοσεῖν οὐκ ἐκώλυσεν; ὅτι διὰ τοῦτον ἔσχε τὸ σῶμα, καὶ ἀπρεπὲς ἦν κωλῦσαι· ἵνα μὴ καὶ ἡ ἀνάστασις ἐμποδισθῇ· προηγήσασθαι μέντοι τοῦ θανάτου νόσον, ἀπρεπὲς πάλιν ἦν, ἵνα μὴ ἀσθένεια τοῦ ἐν τῷ σώματι νομισθῇ, οὐκ ἐπείνασεν οὖν; ναὶ ἐπεῖνασε διὰ τὸ ἴδιον τοῦ σώματος· ἀλλ’ οὐ λιμῷ διεφθάρη, διὰ τὸν φοροῦντα αὐτὸ Κύριον. διὰ τοῦτο εἰ καὶ ἀπέθανε διὰ τὸ ὑπὲρ πάντων λύτρον, ἀλλ’ οὐκ εἶδε διαφθοράν. ὁλόκληρον γὰρ ἀνέστη· ἐπεὶ μηδὲ ἄλλου τινός, ἀλλ’ αὐτῆς τῆς Ζωῆς ἦν τὸ σῶμα.