Ancient Greek
Chapter 22
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 22.1
Not analysed yet
Ἀλλ’ ἔδει, φήσειεν ἄν τις, κρυβῆναι τὴν ἐπιβουλὴν τῶν Ἰουδαίων, ἵνα καθόλου τὸ ἑαυτοῦ σῶμα ἀθάνατον φυλάξῃ. ἀκουέτω δὴ ὁ τοιοῦτος, ὅτι καὶ τοῦτο ἀπρεπὲς ἦν τῷ Κυρίῳ· ὡς γὰρ οὐκ ἔπρεπε τῷ τοῦ Θεοῦ Λόγῳ, ζωῇ ὄντι, τῷ σώματι ἑαυτοῦ θάνατον παρ’ ἑαυτοῦ διδόναι· οὕτως οὐχ ἥρμοζεν οὐδὲ τὸν παρ’ ἑτέρων διδόμενον φεύγειν· ἀλλὰ καὶ μᾶλλον διώκειν αὐτὸν εἰς ἀναίρεσιν, ὅθεν εἰκότως οὔτε ἑαυτῷ ἀπέθετο τὸ σῶμα, οὔτε πάλιν ἐπιβουλεύοντας τοὺς Ιουδαίους ἔφυγε.