Ancient Greek
22.2 to 22.3
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 22.2-3
Not analysed yet
Τὸ δὲ τοιοῦτον οὐκ ἀσθένειαν ἐδείκνυε τοῦ Λόγου, ἀλλὰ μᾶλλον καὶ Σωτῆρα καὶ Ζωὴν αὐτὸν ἐγνώριζεν· ὅτι καὶ τὸν θάνατον εἰς ἀναίρεσιν περιέμενε, καὶ τὸν διδόμενον θάνατον ὑπὲρ τῆς πάντων σωτηρίας ἔσπευδε τελειῶσαι. Καὶ ἄλλως δέ, οὐ τὸν ἑαυτοῦ θάνατον ἀλλὰ τὸν τῶν ἀνθρώπων ἦλθε τελειῶσαι ὁ Σωτήρ· ὅθεν οὐκ ἰδίῳ θανάτῳ, οὐκ εἶχε γὰρ Ζωὴ ὤν, ἀπετίθετο τὸ σῶμα· ἀλλὰ τὸν παρὰ τῶν ἀνθρώπων ἐδέχετο, ἵνα καὶ τοῦτον ἐν τῷ ἑαυτοῦ σώματι προσελθόντα τέλεον ἐξαφανίσῃ.