Ancient Greek
Chapter 28
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 28.5
Not analysed yet
Ἄλλ’ ὥσπερ ὁ τὸ ἀμίαντον λαβὼν γινώσκει τὸ ἄψαυστον τοῦ πυρὸς πρὸς αὐτό, καὶ ὁ τὸν τύραννον δεδεμένον θέλων ὁρᾶν, εἰς τὴν τοῦ νικήσαντος ἀρχὴν παρέρχεται· ?οὕτως καὶ ὁ ἀπιστῶν περὶ τῆς τοῦ θανάτου νίκης λαμβανέτω τὴν πίστιν τοῦ Χριστοῦ, καὶ εἰς τὴν τούτου διδασκαλίαν λίαν παρερχέσθω· καὶ ὅψεται τοῦ θανάτου τὴν ἀσθένειαν, καὶ τὴν κατ’ αὐτοῦ νίκην. πολλοὶ γὰρ πρότερρον ἀπιστοῦντες καὶ χλευάζοντες, ὕστερον πιστεύσαντες ,οὕτως κατεφρόνησαν τοῦ θανάτου, ὡς καὶ μάρτυρας αὐτοὺς γενέσθαι τοῦ Χριστοῦ.