Ancient Greek
29.1 to 29.2
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 29.1-2
Not analysed yet
Εἰ δὲ τῷ σημείῳ τοῦ σταυροῦ, καὶ τῇ πίστει τῇ εἰς Χριστὸν καταπατεῖται ὁ θάνατος, δῆλον ἂν εἴη παρὰ ἀληθείᾳ δικαζούσῃ, μὴ ἄλλον εἶναι, ἀλλ’ ἢ αὐτὸν τὸν Χριστόν, τὸν κατὰ τοῦ θανάτου τρόπαια καὶ νίκας ἐπιδειξάμενον, κἀκεῖνον ἐξασθενῆσαι ποιήσαντα. Καὶ εἰ πρότερον μὲν ἴσχυεν ὁ θάνατος, καὶ διὰ τοῦτο φοβερὸς ἦν, ἄρτι δὲ μετὰ τὴν ἐπιδημίαν τοῦ Σωτῆρος καὶ τὸν τοῦ σώματος αὐτοῦ θάνατον καὶ ἀνάστασιν καταφρονεῖται, φανερὸν ἄν εἴη παρ’ αὐτοῦ τοῦ ἐπὶ τὸν σταυρὸν ἀναβάντος Χριστοῦ κατηργῆσθαι καὶ νενικῆσθαι τὸν θάνατον.