Ancient Greek
Chapter 39
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 39.4
Not analysed yet
Ἐχρίσθη πάλαι Δαβίδ, καὶ Σολομών, καὶ Ἐζεκίας, ἀλλὰ καὶ πάλιν Ἰερουσαλὴμ καὶ ὁ τόπος συνειστήκει, καὶ προφῆται προεφήτευον, Γάδ, καὶ Ἀσάφ, καὶ Νάθαν, καὶ μετ’ αὐτοὺς Ἡσαΐας, καὶ Ὠσήε, καὶ Ἀμώς, καὶ ἄλλοι. ἔπειτα καὶ αὐτοὶ οἱ χρισθέντες ἄνθρωποι ἅγιοι ἐκλήθησαν, καὶ οὐχ ἅγιοι ἁγίων. . Ἀλλ’ ἐὰν τὴν αἰχμαλωσίαν προβάλωνται, καὶ δι' αὐτὴν μὴ εἶναι λέγωσι τὴν Ἰερουσαλήμ· τί καὶ περὶ τῶν προφητῶν ἂν εἴποιεν; καὶ γὰρ πάλαι καταβαίνοντος τοῦ λαοῦ εἰς Βαβυλῶνα, ἦσαν ἐκεῖ Δανιὴλ καὶ Ἱερεμίας· προεφήτευον δὲ Ἰεζεκιὴλ καὶ Ἀγγαῖος καὶ Ζαχαρίας.