Ancient Greek
40.1 to 40.2
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 40.1-2
Not analysed yet
Οὐκοῦν μυθολογοῦσιν Ἰουδαῖοι, καὶ παρόντα τὸν νῦν καιρὸν ὑπερτίθενται. πότε γὰρ ἐπαύσατο προφήτης ἢ ὅρασις ἀπὸ τοῦ Ἰσραήλ, εἰ μὴ νῦν ὅτε ὁ ἅγιος τῶν ἁγίων Χριστὸς παρεγένετο; σημεῖον γὰρ καὶ μέγα γνώρισμα τῆς τοῦ Θεοῦ Λόγου παρουσίας, τὸ μηκέτι μήτε τὴν Ἱερουσαλὴμ ἑστάναι, μήτε προφήτην ἐγερθῆναι, μήτε ὅρασιν ἀποκαλύπτεσθαι τούτοις, καὶ μάλα εἰκότως. Ἐλθόντος γὰρ τοῦ σημαινομένου, τίς ἔτι χρεία τῶν σημαινόντων ἦν; καὶ παρούσης τῆς ἀληθείας ,τίς ἔτι χρεία τῆς σκιᾶς ἦν; διὰ τοῦτο γὰρ καὶ προεφήτευον ἕως ἂν ἔλθῃ ἡ αὐτοδικαιοσύνη καὶ ὁ λυτρούμενος τὰς πάντων ἁμαρτίας. διὰ τοῦτο καὶ Ἰερουσαλὴμ ἐπὶ τοσοῦτον συνειστήκει, ἵν’ ἐκεῖ προμελετῶσι τῆς ἀληθείας τοὺς τύπους.