Ancient Greek
55.5 to 55.6
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 55.5-6
Not analysed yet
οὕτως καὶ πάλαι μὲν ἠπάτων οἱ δαίμονές τε καὶ ἄνθρωποι, Θεοῦ τιμὴν ἑαυτοῖς περιτιθέντες· ὅτε δὲ ἐπεφάνη ὁ τοῦ Θεοῦ Λόγος ἐν σώματι, καὶ ἐγνώρισεν ἡμῖν τὸν ἑαυτοῦ Πατέρα, τότε δὴ ἡ μὲν τῶν δαιμόνων ἀπάτη ἀφανίζεται καὶ παύεται· οἱ δὲ ἄνθρωποι ἀφορῶντες εἰς τὸν ἀληθινὸν τοῦ Πατρὸς θεὸν Λόγον καταλιμπάνουσι τὰ εἴδωλα, καὶ λοιπὸν ἐπιγινώσκουσι τὸν ἀληθινὸν Θεόν. Τοῦτο δὲ γνώρισμα τοῦ εἶναι τὸν Χριστὸν Θεὸν Λόγον καὶ Θεοῦ Δύναμίν ἐστι. τῶν γὰρ ἀνθρωπίνων παυομένων, καὶ μένοντος τοῦ ῥήματος τοῦ Χριστοῦ, δῆλόν ἐστι παρὰ πᾶσι, τὰ μὲν παυόμενα εἶναι πρόσκαιρα, τὸν δὲ μένοντα εἶναι Θεὸν καὶ Θεοῦ Υἱὸν ἀληθινὸν μονογενῆ Λόγον.